Ἤλθωσαν ἔθνη

Πηγή

Σατράπαι, τύραννοι, βασιλεῖς, ἄρχοντες, χωρῶν βαρβαρικῶν ἐπὶ κακῷ συμφρονήσαντες κατὰ ταύτης Σου τῆς ποίμνης καθάπερ λέοντες καὶ θῆρες ἀγριόθυμοι ὠρυόμενοι.

Ἤλθωσαν ἔθνη εἰς τὴν κληρονομίαν Σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν Σου, ἔθεντο τὴν τιμίαν Σου Ἱερουσαλήμ ὡς ὁπωροφυλάκιον, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων Σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν Ὁσίων Σου, τοῖς θηρίοις τῆς γῆς, ἐξέχεαν τὸ αἷμα αὐτῶν κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἧν ὁ θάπτων. Ἀλλ’ ἕως πότε Κύριε ἐκκαυθήσει ὡς πῦρ ἡ ὀργή Σου; Ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Μέχρι τίνος χρήσεται παράνομος ἐξουσίᾳ; Ἕως τίνος ὑψωθήσεται ῥάβδος ἀσεβῶν κατὰ κλήρου τῶν ἡγιασμένων; Οἴμοι, ὅτι ἐπλήσθη ἡ ταπείνωσις ἡμῶν, καὶ ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη.

ἐγενήθημεν ὄνειδος τοῖς ἔθνεσι, μυκτηρισμός, καὶ χλευασμός, τοῖς περικύκλῳ ἀθέοις Ἀγαρηνοῖς, καὶ ἐταπεινώθημεν ἕως θανάτου διὰ τὰς ἁμαρτίας, τὰς ἀνομίας καὶ βλασφημίας ἡμῶν. Τίς οὐ θρηνήσει τὴν τηλικαύτην αἰχμαλωσίαν ἡμῶν; Ὅτι ταῦτα πάντα ἐπῆλθεν ἐφ’ ἡμᾶς, διὰς τὰς ἁμαρτίας καὶ ἀνομίας καὶ βλασφημίας ἡμῶν, διὰ τοῦτο οι υἱοὶ Σιών, οἱ τίμιοι, ἐλογίσθημεν ὡς ἀγγεῖα ὀστράκινα.

ἀφάνισον τοὺς ἀθέους καὶ ἀπίστους βαρβάρους καὶ ἀγαρηνοὺς ἐχθρους ἡμῶν καὶ δὸς δόξαν τῷ ὀνόματί Σου τῷ ἁγίῳ, μη ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;

Advertisements
This entry was posted in 1453, Ρωμανία, Τούρκοι, μουσική and tagged , , , , . Bookmark the permalink.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s