Ἡ ἀνάσταση τῶν νεκρῶν στὴν Παλαιὰ Διαθήκη

Δημήτρη Καϊμάκη

ΩΣΗΕ ΣΤ’ 2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ

ΙΕΖΕΚΙΗΛ ΛΖ’ 1 ΚΑΙ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· 2 καὶ περιήγαγέ με ἐπ’ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα. 3 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα. 4 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. 5 τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ’ ὑμᾶς πνεῦμα ζωῆς 6 καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ’ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. 7 καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. 8 καὶ εἶδον καὶ ἰδοὺ ἐπ’ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ’ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ’ αὐτοῖς. 9 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. 10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. 11 καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος ᾿Ισραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. 12 διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ, 13 καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. 14 καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.

ΗΣΑΙΑΣ ΚΣΤ’ 19 ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.

ΔΑΝΙΗΛ ΙΒ’ 2 καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον. 13 καὶ σὺ δεῦρο καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι καὶ ὧραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου, εἰς συντέλειαν ἡμερῶν

Β’ ΜΑΚΚΑΒΑΙΩΝ Ζ’ 9 ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπε· σὺ μὲν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει.

Β’ ΜΑΚΚΑΒΑΙΩΝ ΙΒ’ 44 εἰ γὰρ μὴ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν ἂν ἦν καὶ ληρῶδες ὑπὲρ νεκρῶν προσεύχεσθαι.

Γιὰ τὴ σωστὴ κατανόηση τοῦ θέματος τῆς ἀνάστασης πρέπει ἀκόμη νὰ ἐξεταστεῖ καὶ τὸ τί πιστεύει ὁ κόσμος τῆς Παλαιᾶς Διαθήκης γιὰ τὸν ἄνθρωπο. Κατὰ τὴ σημιτικὴ ἀνθρωπολογία, ἡ ζωὴ εἶναι ἀδύνατη χωρὶς τὸ σῶμα. Στὴ θέση τοῦ δυαλισμοῦ τῆς ἑλληνικῆς φιλοσοφίας, ποὺ θέλει τὸν ἄνθρωπο νὰ ἀποτελεῖται ἀπὸ σῶμα καὶ ψυχή, στὴν Παλαιὰ Διαθήκη συναντάμε τὶς ἔννοιες τοῦ θανάτου καὶ τῆς ζωῆς. Ὁ ἄνθρωπος γιὰ τὸν Ἰσραηλίτη εἶναι μιὰ ψυχοσωματικὴ ἑνότητα. Ἐνῶ τὸ κέντρο τῆς ζωῆς γιὰ τὸν ἀρχαῖο Ἕλληνα εἶναι ἡ ψυχή, γιὰ τὸν ἄνθρωπο τῆς ἀρχαῖας Μέσης Ἀνατολῆς εἶναι τὸ σῶμα. Ἀνάσταση λοιπὸν δὲν σημαίνει τίποτε ἄλλο παρὰ ἀναβίωση ποὺ ἐπιτυγχάνεται μόνο ἐφόσον ἔχουμε ἕνα πλῆρες σῶμα, καὶ χωρὶς αὐτὸ δὲν εἶναι δυνατὸ νὰ ὑπάρξει ζωή.

Ὡστόσο, θὰ πρέπει νὰ σημειωθεῖ ὅτι ἡ ἀρχαιοελληνικὴ ἀντίληψη γιὰ τὸν ἄνθρωπο καὶ τὴ μεταθανάτια μοίρα του εἶναι πολυπλοκότερη καὶ δὲν περιορίζεται στὴν ἄποψη τῶν φιλοσόφων, ποὺ κι αὐτὴ εἶναι πολυδιάστατη. Ἔτσι, παράλληλα μὲ τὶς ἄλλες δοξασίες περὶ ψυχῆς-σκιᾶς ποὺ βρίσκεται στὸν Ἅδη, οἱ Ἀρχαῖοι ἔχυναν ὑγρὰ καὶ τροφὲς μὲ ἕνα σωλήνα τοποθετημένο στὰ σαγόνια τοῦ πτώματος τῶν συγγενῶν τους στοὺς τάφους τους καθ’ ὅλη τὴ διάρκεια τῆς κλασσικῆς Ἀρχαιότητας. Ἡ πρακτικὴ αὐτὴ συνεχίστηκε τουλάχιστον ὣς τὰ Ἑλληνιστικὰ χρόνια.

Advertisements
This entry was posted in Εβραίοι, θρησκεία and tagged , , , . Bookmark the permalink.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s