Περὶ Παύλου γὰρ καὶ Πλάτωνος ζητήσεως οὔσης…

Περὶ Παύλου γὰρ καὶ Πλάτωνος ζητήσεως οὔσης, ὁ μὲν Ἕλλην ἐπειρᾶτο δεικνύναι, ὅτι ὁ Παῦλος ἦν ἀμαθὴς καὶ ἰδιώτης˙ ὁ δὲ Χριστιανὸς ὑπὸ ἀφελείας ἐσπούδαζε κατασκευάζειν, ὅτι Πλάτωνος λογιώτερος ἦν Παῦλος. Οὕτω δὲ τοῦ Ἕλληνος ἐγίνετο τὰ νικητήρια, τούτου κρατοῦντος τοῦ λόγου. Εἰ γὰρ Πλάτωνος ἐλλογιμώτερος ἦν ὁ Παῦλος, πολλοὺς εἰκὸς ἀντιλέγειν, ὅτι οὐ τῇ χάριτι, ἀλλὰ τῇ εὐγλωττίᾳ περιεγένετο. Ὥστε ὑπὲρ τοῦ Ἕλληνος ἦν τὸ λεγόμενον ὑπὸ τοῦ Χριστιανοῦ˙ ὃ δὲ ἔλεγεν ὁ Ἕλλην, ὑπὲρ τοῦ Χριστιανοῦ ἦν. Εἰ γὰρ Παῦλος ἀπαίδευτος ἦν, ἐκράτησε δὲ Πλάτωνος, ὅπερ ἔλεγον, λαμπρὰ γέγονεν ἡ νίκη. Τοὺς γὰρ ἐκείνου μαθητὰς λαβὼν ὁ ἀμαθὴς ἅπαντες ἔπεισε, καὶ πρὸς ἑαυτὸν ἤγαγεν. ὅθεν δῆλον, ὅτι οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ τὸ κήρυγμα περιγέγονεν, ἀλλὰ Θεοῦ χάριτι. Ἵν’ οὖν μὴ ταῦτα πάσχωμεν, μηδὲ καταγελώμεθα οὕτω διαλεγόμενοι πρὸς Ἕλληνας, ἐπειδὰν ἡμῖν πρὸς αὐτοὺς ἀγὼν ᾗ, κατηγορῶμεν τῶν ἀποστόλων ὡς ἀμαθῶν˙ ἡ γὰρ κατηγορία αὕτη ἐγκώμιον. Καὶ ὅταν εἴπωσιν ἐκεῖνοι, ὅτι ἄγροικοι ἦσαν οἱ ἀπόστολοι, προσθῶμεν ἡμεῖς, καὶ εἴπωμεν, ὅτι καὶ ἀμαθεῖς καὶ ἀγράμματοι καὶ πένητες καὶ εὐτελεῖς καὶ ἀσύνετοι καὶ ἀφανεῖς. Οὐκ ἔστι βλασφημία τῶν ἀποστόλων ταῦτα, ἀλλὰ καὶ δόξα, τὸ τοὺς τοιούτους τῆς οἰκουμένης λαμπροτέρους φανῆναι. Οὗτοι γὰρ οἱ ἰδιῶται καὶ ἄγροικοι καὶ ἀμαθεῖς τοὺς σοφοὺς καὶ δυνατοὺς καὶ τοὺς τυράννους, καὶ τοὺς ἐπὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἔξωθεν πᾶσι κομπάζοντας, ὡς οὐδὲ ἄνδρας, οὕτω κατηγωνίσαντο. Ὅθεν δῆλον, ὅτι μεγάλη ἡ τοῦ σταυροῦ δύναμις, καὶ οὐκ ἀνθρωπίνῃ ἰσχύϊ ταῦτα ἐγίνετο.

Ἰωάννης Χρυσόστομος,  Ὑπόθεσις τῆς πρὸς Κορινθίους πρώτης Ἐπιστολῆς, Ομιλία Γ΄, 4 (PG 61, 28D)

This entry was posted in παλιά και νέα θεότητα, θρησκεία and tagged . Bookmark the permalink.

1 Response to Περὶ Παύλου γὰρ καὶ Πλάτωνος ζητήσεως οὔσης…

  1. Ο/Η Ἀνώνυμος λέει:

    1000% !

    Μου αρέσει!

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s